TLG 1324 002 :: DIONYSIUS :: Fragmenta

DIONYSIUS Hist.
(Argivus: 4–3 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 26.

frr. 1–2

Citation: Fragment — (line)

1

Clemens Alex. Strom. I, 21: Κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι
5τῷ πρώτῳ ἔτει, Θαργηλιῶνος μηνὸς δευτέρᾳ ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ Ἀργεῖος.

2

Schol. Pind. Nem. II, 4: [Ὅθεν περ καὶ Ὁμηρίδαι] Οἱ δὲ (φασὶν) ὅτι κατὰ μέρη πρότερον τῆς ποιήσεως διαδιδομένης, τῶν ἀγωνιστῶν ἕκαστος ὅ τι βούλοιτο μέρος ᾖδε· τοῦ δὲ ἄθλου τοῖς νικῶσιν ἀρνὸς ἀποδεδει‐
5γμένου, προσαγορευθῆναι τότε μὲν ἀρνῳδοὺς, αὖθις δὲ ἑκατέρας τῆς ποιήσεως εἰσενεχθείσης, τοὺς ἀγωνιστὰς οἷον ἀκουμένους πρὸς ἄλληλα τὰ μέρη καὶ τὴν σύμπα‐ σαν ποίησιν ἐπιόντας ῥαψῳδοὺς προσαγορευθῆναι.
Ταῦτά φησι Διονύσιος ὁ Ἀργεῖος.26